Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.5 Dem. 24.8 (English) >>Dem. 24.12

24.7καὶ τοσούτῳ δεινότερʼ Εὐκτήμονος ἠδικήθην ὑπʼ αὐτοῦ, ὥσθʼ μὲν Εὐκτήμων εἰς χρήματʼ ἔσθʼ κακῶς ἔπαθεν, ἐγὼ δʼ, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπʼ ἔμʼ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων, οὐδʼ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μʼ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δʼ, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην, 24.8τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι. 24.9τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων, ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς, Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.5 Dem. 24.8 (English) >>Dem. 24.12

Powered by PhiloLogic